Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.176 Joseph. AJ 7.181 (English) >>Joseph. AJ 7.186

7.179μεταξὺ δὲ κτύπος ἵππων καὶ θόρυβος προσιόντων τινῶν αὐτοὺς ἐπέστρεψεν· ἦσαν δʼ οἱ τοῦ βασιλέως παῖδες οἱ διαδράντες ἀπὸ τῆς ἑστιάσεως. ὑπαντᾷ δʼ αὐτοῖς πατὴρ θρηνοῦσι λυπούμενος καὶ παρʼ ἐλπίδας ὁρῶν οὓς ἀκηκόει μικρὸν ἔμπροσθεν ἀπολωλότας. 7.180ἦν δὲ παρὰ πάντων δάκρυα καὶ στόνος, τῶν μὲν ὡς ἐπʼ ἀδελφῷ τετελευτηκότι, τοῦ δὲ βασιλέως ὡς ἐπὶ παιδὶ κατεσφαγμένῳ. φεύγει δʼ Ἀψάλωμος εἰς Γεσσούραν πρὸς τὸν πάππον τὸν πρὸς μητρὸς δυναστεύοντα τῆς ἐκεῖ χώρας, καὶ τρισὶν ὅλοις ἔτεσι παρʼ αὐτῷ καταμένει. 7.181

Τοῦ δὲ Δαυίδου προαίρεσιν ἔχοντος ἐπὶ τὸν υἱὸν Ἀψάλωμον πέμπειν, οὐκ ἐπὶ τιμωρίᾳ κατελευσόμενον, ἀλλʼ ὅπως εἴη σὺν αὐτῷ, καὶ γὰρ τὰ τῆς ὀργῆς ὑπὸ τοῦ χρόνου λελωφήκει, πρὸς τοῦτο μᾶλλον αὐτὸν Ἰώαβος ἀρχιστράτηγος παρώρμησε· 7.182γύναιον γάρ τι τὴν ἡλικίαν ἤδη προβεβηκὸς ἐποίησεν αὐτῷ προσελθεῖν ἐν σχήματι πενθίμῳ, ὡς παίδων ἐπὶ τῆς ἀγροικίας αὐτῇ διενεχθέντων καὶ πρὸς φιλονεικίαν τραπέντων οὐδενὸς τοῦ καταπαῦσαι δυναμένου παραφανέντος ἔλεγεν ὑπὸ θατέρου τὸν ἕτερον πληγέντα ἀποθανεῖν· 7.183ἠξίου τε τῶν συγγενῶν ἐπὶ τὸν ἀνῃρηκότα ὡρμηκότων καὶ ζητούντων αὐτὸν ἀνελεῖν, χαρίσασθαι τὴν σωτηρίαν αὐτῇ τοῦ παιδὸς καὶ μὴ τὰς ἐπιλοίπους τῆς γηρωκομίας ἐλπίδας προσαφαιρεθῆναι· τοῦτο δʼ αὐτῇ κωλύσαντα τοὺς βουλομένους ἀποκτεῖναι τὸν υἱὸν αὐτῆς παρέξειν· οὐ γὰρ ἐφέξειν ἐκείνους ἄλλῳ τινὶ τῆς σπουδῆς τῷ παρʼ αὐτοῦ φόβῳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.176 Joseph. AJ 7.181 (English) >>Joseph. AJ 7.186

Powered by PhiloLogic